Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 30-2
Not analysed yet
μετὰ ταῦτα πειρᾶται κατασκευάζειν ὅτι καὶ τὸ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε περὶ τῆς σαρκὸς ἐλέγετο, γράφει δὲ οὕτως διὰ τοῦτο τοίνυν τοῦ τὴν ἡμέραν δηλοῦντος ἀστέρος ἑωσφόρου ὑπὸ τοῦ προφήτου Δαυὶδ εἰκότως ὀνομασθέντος, οὐκέτι ζητεῖσθαι δίκαιον τὸν ἑωσφόρον, τίς δήποτε ὢν οὗτος τυγχάνει· οὗτος γὰρ ἦν ὁ τηνικαῦτα φανεὶς ἀστήρ, ὁ φέρων τε καὶ δηλῶν τὴν ἡμέραν τοῖς μάγοις.