Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 31
Not analysed yet
οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία. καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι’ ων ἑξῆς τάδε φησίν οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας.