Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 36-2
Not analysed yet
ταῦτα δὲ πάντα ἀναγκαῖον κατέχειν ἐν μνήμῃ διὰ τὰ μέλλοντα ὑπ’ αὐτοῦ Μαρκέλλου κατὰ τῆς σαρκός, ἧς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος, προφέρεσθαι. ὡς γὰρ ἀμνημονήσας τούτων ἀπάντων, ὧν ἐξέθετο, τέλος οὐκ αἴσιον οὐδ’ εὐσεβὲς ἐπάγει τῷ σωτηρίῳ σώματι. πρὸς τούτοις ἅπασιν, ὥσπερ τῶν προτέρων αὐτῷ κατωρθωμένων, πειρᾶται δεικνύναι καὶ τὸ ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ εἰς τὴν σάρκα ἀναφέρεσθαι.