Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 37
Not analysed yet
εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὃν ὁ πατὴρ ποιήσωμεν ἄνθρωπον ἔφη κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν ,οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. ἐγὼ γάρ εἰμι, φησίν, θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστιν. οὔτε οὖν νεώτερός τις θεός ἦν, οὔτε ἄλλος τις μετὰ ταῦτα θεὸς ὢν θεῷ συνεργεῖν δυνατὸς ἦν.