Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 42
Not analysed yet
εἰ γὰρ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, οὐδεὶς δὲ πώποτε αὐτὸς ἑαυτοῦ γένοιτ’ ἂν πατὴρ ὡς οὐδ’ αὐτὸς ἑαυτοῦ υἱὸς εἷς ὢν καὶ μόνος, εἷς δὲ μόνος ἦν καὶ ὁ αὐτὸς τῷ ἑαυτοῦ λόγῳ ὁ θεός, δῆλον ὡς οὐ πατὴρ ἦν μὴ ὑπάρχοντος αὐτῷ υἱοῦ, οὐδὲ υἱὸς μὴ ὑφεστῶτος αὐτῷ πατρός.