Ancient Greek
5 to 7
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 5-2-7
Not analysed yet
σαφῶς ἐντεῦθεν τοῦ σωτῆρος περὶ τοῦ πατρὸς εἰρηκότος πνεῦμα ὁ θεός, ἐλέγχεται Μάρκελλος αὐτὸν τὸν πατέρα ἐνηνθρωπηκέναι εἰπών. ὁ δ’ ἔτι μᾶλλον φιλοτιμεῖται, γράφων ὧδε καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ’ ἀληθῆ ὄντα λόγον. καὶ αὖθις προστίθησιν ταῦτα τοῖς εἰρημένοις εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος. καὶ ἔτι μᾶλλον τοῦτο κατασκευάζει δι’ ὧν ἐν τοῖς ἑξῆς οὕτω γράφει τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ’ οὐκέτι ὑγιῶς οὐδ’ εὐσεβῶς αὐτῷ παρείληπται.