Ancient Greek
Book 1, Chapter 12
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.12.3
Not analysed yet
τὰ γὰρ μακρῷ τὴν φύσιν ὑποβεβηκότα, κάτω τε καὶ πορρωτάτω τῆς ἀρρήτου καὶ θεικῆς καθεστῶτα οὐσίας, πῶς ἂν ἐφίκοιτο τῆς ἐπέκεινα καὶ ἀνωτάτω καταλήψεως; πῶς δ’ ἂν τὰ μὴ ὄντα πρότερον, δι’ αὐτοῦ δ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαχθέντα, τοῦ προαγαγόντος αἰτίου τε αὐτοῖς τῆς ὑπάρξεως γενομένου σχοίη ἄν τῆς πρώτης γενέσεως τὴν γνῶσιν; ἢ πού γε ἡμεῖς οἱ χθιζοί, »δέρμα καὶ κρέας« ἐνδεδυμένοι, »ὀστέοις καὶ νεύροις« ἐνειρμένοι, καὶ μηδὲ τὰ καθ’ ἡμᾶς εἰδότες, τὴν περὶ τῶν ἀρρήτων ἀκίνδυνον ποιησόμεθα ζήτησιν, πῶς ἐγέννα |τὸν υἱὸν ὁ πατὴρ πολυπραγμονοῦντες; ὅτι δὲ καὶ τῶν παρὰ πόδας μυρία τὴν ἡμετέραν διαδιδράσκει γνῶσιν, δῆλον ἂν εἴη ἐνθένδε.