Ancient Greek
1.12.4 to 1.12.5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.12.4-5
Not analysed yet
τίς γὰρ ἂν εἰπεῖν ἔχοι, πῶς καθεῖρκται τῷ σώματι ἡ ψυχή, πῶς ἔξεισιν, πῶς δὲ τὴν ἀρχὴν εἰσεκρίθη, ὁποῖον δὲ αὐτῆς τὸ εἶδος, τί τὸ σχῆμα, τίς ἡ μορφή, τίς ἡ οὐσία; οὕπω μοι τὸν περὶ δαιμόνων πολυπραγμονεῖν, οὐ τὸν περὶ οὐσίας ἀγγέλων, οὐ τὸν περὶ ἀρχῶν καὶ θρόνων καὶ κυριοτήτων, οὐ τὸν περὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων. εἰ δ’ ἐν τούτοις ἄποσιν ἀμηχανοῦμεν, τί δεῖ τὴν περὶ τῆς ἀνάρχου καὶ ἀγενήτου θεότητος γνῶσιν διερευνᾶσθαι; τί τὰ ἀνέφικτα ἐρωτᾶν, πῶς υἱοῦ μονογενοῦς ὁ θεὸς ὑπέστη πατήρ, ὡς μὴ ἀπαρκούσης ἡμῖν τῆς πατρικῆς φωνῆς πρὸς μαρτυρίαν τοῦ ἀγαπητοῦ, ὃν ἀνεκήρυξεν εἰπὼν »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε« ;