Ancient Greek
1.16.2 to 1.16.3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.16.2-3
Not analysed yet
ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος· υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι’ ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι’ ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ ἐν οἷς δ’ οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι’ ὧν ἔφη »οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«,