Ancient Greek
Book 1, Chapter 16
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.16.4
Not analysed yet
ὥσπερ δὲ ἐπανορθούμενος αὐτὰς |ἀντὶ τοῦ υἱοῦ λόγον αὖθις ὀνομάζει, ὧδε λέγων (Nr. 38) »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα εἰ μὴ ὁ υἱός«, τουτέστιν ὁ λόγος, καὶ ἐπιφέρει (Nr. 38) ὁ γὰρ λόγος δι’ ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν, καὶ προστίθησιν (Nr. 38) ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν ἢ διὰ τοῦ ἰδίου λόγου καὶ αὖθις λόγον ἀντὶ τοῦ υἱοῦ τίθησιν καὶ τὸν ἴδιον αὐτοῦ λόγον ἀποκαλεῖ· καὶ ἐν οὕτω βραχυτάτοις ῥήμασιν πολλάκις μὲν ἐμνημόνευσεν λόγου, υἱοῦ δὲ οὐδ’ ἅπαξ. ἀλλὰ καὶ αὐτὴν τοῦ σωτῆρος μεταποιεῖ τὴν ῥῆσιν,