Ancient Greek
Book 1, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.18.2
Not analysed yet
καὶ ἑξῆς ἐπιλέγει (Nr. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς ἁγίας παρθένου; οὐδὲν ἕτερον ἢ λόγος. καὶ πάλιν ἐπιφέρει (Nr. 43 =81) πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.