Ancient Greek
Book 1, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.18.3
Not analysed yet
καὶ προστίθησιν αὖθις φάσκων (Nr. 36) ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν«, μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος. ὡς διδάσκει ἡμᾶς Ἰωάννης· »καὶ ὁ λόγος σὰρξ ἐγένετο« . διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου.