Ancient Greek
1.20.13 to 1.20.14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.13-14
Not analysed yet
ὃν καὶ ἀμείβεται λέγων ὁ πατὴρ »καὶ ἐδόξασα καὶ πάλιν δοξάσω«. καὶ ἔτι μᾶλλον τὴν ὑπόστασιν αὐτοῦ συνίστησιν ὁ αὐτὸς εὐαγγελιστὴς ἐπιφέρων »Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν«. ἀλλὰ βοῶντος Ἰωάννου ὅτι »πρῶτος ἦν« αὐτοῦ, οὐκ ἀκούει ὁ νέος Σαβέλλιος. καίτοι κατὰ σάρκα προῆγεν τοῦ σωτῆρος τὴν γένεσιν ὁ βαπτιστὴς Ἰωάννης· πῶς οὖν μαρτύρεται, ὅτι πρῶτος αὐτοῦ γέγονεν; τῇ μὲν γὰρ κατὰ σάρκα γενέσει οὐκ ἦν πρῶτος αὐτοῦ ὁ σωτήρ·