Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.15
Not analysed yet
οὐκοῦν καθ’ ὃ μονογενὴς ἦν τοῦ θεοῦ »πρῶτος« ἦν Ἰωάννου καὶ »ἔμπροσθεν« αὐτοῦ »γέγονεν«. ἆρ’ οὖν ἐπιδέχεται ταῦτα ἐπὶ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων ἀναφέρεσθαι, ἢ ἐπὶ ἀνούσιον καὶ ἀνυπόστατον ἐν τῷ θεῷ λόγον τὸν αὐτὸν ὄντα τῷ θεῷ; καὶ πῶς ἂν εἴη δυνατὸν περὶ τοῦ μὴ ὑφεστῶτος λόγου λέγεσθαι τὸ »ἔμπροσθέν μου γέγονεν«; τίς δ’ οὕτως 〈ἂν〉 μανείη, ὡς νομίσαι Ἰωάννην τὸν βαπτιστὴν περὶ τοῦ θεοῦ τῶν ὅλων εἰρηκέναι τὸ »ἔμπροσθέν μου γέγονεν« καὶ »ὅτι πρῶτός μου |ἦν«;