Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.19
Not analysed yet
ἵνα κρίνῃ τὸν κόσμον«, καὶ αὖθις »ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ«. καὶ ἐνταῦθα πάλιν ὁ μὲν θεὸς ἐδίδου καὶ »ἀπέστελλεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου«, ὁ δὲ ἀπεστέλλετο ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀποστέλλοντα. διό μοι δοκεῖ διὰ τῶν ἑξῆς ὡς πρὸς αὐτὸν Μάρκελλον καὶ πρὸς τοὺς διαφθονουμένους τῇ τοῦ υἱοῦ φύσει ἀναγεγράφθαι αὐτὸς ὁ σωτὴρ ἡμῶν εἰρηκὼς »οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ |ὅτι ἐγὼ εἶπα· θεοί ἐστε;