Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.18
Not analysed yet
ἀλλὰ γὰρ ἐπὶ τούτοις τήρει, ὅπως μετὰ τὸ ἅπαξ ὀνομάσαι λόγον καὶ θεὸν τὸν αὐτὸν ἀνειπεῖν καὶ φῶς ἀποκαλέσαι καὶ μονογενῆ φάναι 〈καὶ〉 υἱὸν θεοῦ ὁμολογῆσαι, οὐκέτι λόγον ὀνομάζει, ἀλλὰ καὶ αὐτὸν λοιπὸν ἱστορεῖ τὸν σωτῆρα οὐ λόγον ἑαυτὸν ἀποκαλοῦντα, ἀλλὰ υἱὸν καὶ μονογενῆ καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἄλλα μυρία, ὥσπερ οὖν ἀκοῦσαι πάρεστιν αὐτοῦ ὧδέ πη διδάσκοντος »οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται«, καὶ πάλιν »οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον,