Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.29
Not analysed yet
διὸ προφήσας »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου« ἐπήγαγεν »καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«. σεσιγήσθω τοίνυν πᾶς ἀπόρρητος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λόγος, καὶ μόνῳ τῷ πατρὶ παραδεδόσθω ἡ τῆς ἐξ αὐτοῦ γενέσεως αὐτοῦ γνῶσις, μηδὲ περαιτέρω τις ζητῶν χωρείτω φύσεως πέρι καὶ οὐσίας ἀπορρήτου, μόνη δὲ ἡμῖν ἡ αὐτοῦ περὶ αὑτοῦ διδασκαλία τῇ τῆς πίστεως βεβαιώσθω χάριτι, σαφῶς πάντα αὐτῷ ὑπὸ τοῦ πατρὸς παραδεδόσθαι παιδεύουσα.