Ancient Greek
1.20.30 to 1.20.31
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.30-31
Not analysed yet
οὐκοῦν ὁ μὲν θεὸς ἐδίδου καὶ παρεδίδου ἐπὶ βελτιώσει καὶ ὠφελείᾳ, οἷα σωτῆρι καὶ ἰατρῷ καὶ κυβερνήτῃ τῶν ὅλων τὴν παράδοσιν ποιούμενος· ὁ δὲ |υἱὸς ἐλάμβανεν καὶ οἷα πιστὸς παραθηκοφύλαξ τὴν δόσιν ὑπεῖχεν, οὐχ ὡς λόγος ἀνούσιος καὶ ἀνυπόστατος, ἀλλ’ ὡς ἀληθῶς υἱὸς ὢν μονογενὴς καὶ ἀγαπητὸς τοῦ πατρός. ζʹ. ἔτι πρὸς τούτοις καὶ ἄρτον ζωῆς αὐτὸς ἑαυτὸν ὠνόμαζεν λέγων »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς«, »ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς«. καὶ ὅπως ὑπῆρχε ζῶν, διεσάφει τρανότατα διαρθρῶν ἐν οἷς φησιν »καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα,