Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.32
Not analysed yet
καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ«. τοῦτο δὲ καὶ ἐν ἑτέροις ἐδίδαξεν εἰπών »ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ«. ἄρ’ οὖν καὶ ἄρτος ἦν ζωῆς καὶ ὑπῆρχεν ἐν τῷ οὐρανῷ τὰς ἀγγελικὰς δυνάμεις ἐπάρδων καὶ τρέφων τῇ τῆς θεότητος αὐτοῦ δυνάμει, καὶ τοσαῦτα ἦν πρὶν ἐπὶ γῆς ἐλθεῖν, υἱός τε ἦν ζωὴν ἔχων »ἐν ἑαυτῷ«, ὁμοίως τῷ πατρὶ ζωὴν ἔχοντι »ἐν ἑαυτῷ«.