Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.35
Not analysed yet
ὃ δὴ καὶ αὐτὸς διδάσκει λέγων »καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς«. ὁρᾶς ὅπως καὶ ἐν οὐρανῷ ὑπάρχων ἄρτος ἦν ζωῆς. διὸ |λέλεκταί που »ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος«. καὶ πρὶν ἀπεστάλθαι ἄρα ὑπὸ τοῦ πατρὸς ἐν οὐρανῷ ἦν καὶ ἔζη διὰ τὸν πατέρα,