Ancient Greek
1.20.36 to 1.20.38
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.36-38
Not analysed yet
οὐχ ὡς λόγος σημαντικὸς οὐδ’ ὡς ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστὼς καὶ ζωὴν ἰδίαν ἔχων, ἣν ὁ πατὴρ αὐτῷ δέδωκεν. καὶ προϊὼν δὲ ἑξῆς τὸ ὑπερέχον τῆς τοῦ πατρὸς δόξης παριστὰς ἔλεγεν »καθὼς ἐδίδαξέν με ὁ πατήρ. ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε«. τήρει δὲ ἀκριβῶς, ὅπως εἴρηται »πάντοτε«. οὐ γὰρ νῦν, φησίν, ὅτε ἐπὶ γῆς ἀνθρώποις διὰ σαρκὸς ὁμιλῶ, τὰ ἀρεστὰ τῷ πατρὶ διαπράττομαι, ἀλλὰ καὶ πάντοτε. καὶ ταῦτα δὲ λαλεῖν μαρτύρεται, ἅπερ ὡς παρὰ διδασκάλου παρὰ τοῦ πατρὸς μεμάθηκεν· οὐκοῦν καὶ διδάσκαλον ἐπιγράφεται τὸν πατέρα, ἕτερος ὢν δηλαδὴ παρ’ αὐτόν, εἴγε πᾶς ὅ τῳ μαθητευόμενος ἕτερος τυγχάνει τοῦ διδάσκοντος.