Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.41
Not analysed yet
μάταιός τε πᾶς ὁ Μαρκέλλου πεφώραται πόνος οὐσιώδη λόγον ζῶντα καὶ ὑφεστῶτα τὸν ἐν τῇ σαρκὶ γενόμενον ὁριζομένου. εἰ δ’ ἐκτὸς ὑπῆρχεν τοῦ θεοῦ ὁ ἐν τῷ σώματι κατοικῶν λόγος, ἥνωτο δὲ καὶ συνῆπτο τῷ θεῷ ὡς ἕν τε καὶ ταὐτὸν εἶναι αὐτῷ, |ἐξ ἀνάγκης δώσει ἢ αὐτὸν εἶναι τὸν πατέρα ἐν τῇ σαρκί, ἢ τὸν υἱὸν ὑφεστῶτα καθ’ ἑαυτὸν καὶ ἐνεργοῦντα ἐν τῷ σώματι, ἢ ψυχὴν ἀνθρώπου, ἢ εἰ μηδὲν τούτων, αὐτόματον κινεῖσθαι τὴν σάρκα, ἄψυχον οὖσαν καὶ ἄλογον.