Ancient Greek
1.20.42 to 1.20.43
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.42-43
Not analysed yet
εἰ μὲν οὖν τὸν πατέρα λέγοι, ἔσται ὁ πατὴρ αὐτῷ ὁ γεννηθεὶς καὶ παθὼν καὶ πᾶν ἔργον ἀνθρωποπαθὲς ὑπο μείνας. ὃ δὴ φθεγξάμενον τὸν Σαβέλλιον ἀσεβείας ἐγράψατο γραφὴν τοῦ θεοῦ ἡ ἐκκλησία. εἰ δὲ τὸν πατέρα λέγειν οὐ θεμιτὸν ἐνανθρωπήσαντα, τὸν υἱὸν ὁμολογεῖν ἀνάγκη αὐτῷ μαθητευομένους τοῦτο διδάσκοντι. εἰ δὲ τοῦτον ἀρνοῖτο Μάρκελλος ὑφεστάναι, ὥρα ψιλὸν ἄνθρωπον αὐτὸν ὑποτίθεσθαι ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα. ὡς μηδὲν τῆς κοινῆς ἀνθρώπων διαλλάττειν φύσεως. ἀλλὰ καὶ τοῦτο τῆς ἐκκλησίας ἀπελήλαται 〈τὸ〉 δόγμα· ὃ δὴ πάλαι μὲν Ἐβιωναῖοι νεωστὶ δὲ ὁ Σαμοσατεὺς καὶ οἱ ἐπίκλην ἐξ αὐτοῦ Παυλιανοὶ φρονήσαντες δυσφήμων ὑπέμειναν δίκην.