Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.64
Not analysed yet
καὶ ἐπειδήπερ τῷ παρὰ ἀνθρώποις λόγῳ κέχρηται εἰκόνι Μάρκελλος, πευστέον εἰ δύναται ἁρμόζειν ἐπὶ τοῦ ἀνθρωπίνου λόγου τὸ λέγειν· ὃς ἐν μορφῇ ἀνθρώπου ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἀνθρώπῳ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν γενόμενος ὑπήκοος τῷ ἀνθρώπῳ; καὶ πῶς ὁ ἐν ἀνθρώπῳ συμφυὴς λόγος ταῦτα ἂν ποιήσειεν, 〈ἓν〉 καὶ ταὐτὸν ὑπάρχων τῷ ἀνθρώπῳ; οὐκ ἄρα λόγος ψιλὸς καὶ ἀνυπόστατος ἔσται ἀλλ’ υἱὸς ἀληθῶς μονογενὴς τοῦ θεοῦ ὁ »ἐν μορφῇ θεοῦ ὑπάρχων«, ὃς »οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών«, ὃν καὶ Ἰησοῦν Χριστὸν ὠνόμαζεν ὁ θεῖος ἀπόστολος, προϋπάρχοντα αὐτὸν τῆς σαρκὸς ἀκριβῶς ἐπιστάμενος.