Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.65
Not analysed yet
ια′. πρὸς τούτοις μεσίτην αὐτὸν τοῦ θεοῦ 〈ὁ〉 αὐτὸς ὠνόμασεν, τὴν Μωσέως νομοθεσίαν ἐν χειρὶ αὐτοῦ δεδόσθαι 〈εἰπὼν〉 δι’ ὧν φησιν »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. ἀκούεις ὅπως ἰδίως τὸν θεὸν ἀποκαλῶν καὶ ἀγγέλους ὀνομάζων, μεταξὺ τὸν μεσίτην εἰσάγει λέγων »ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. ἦν ἄρα καὶ πρὸ τῆς ἐνανθρωπήσεως κατὰ τοὺς Μωσέως χρόνους μεσιτεύων τῇ νομοθεσίᾳ.