Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.68
Not analysed yet
δι’ οὗ τὰ πάντα«) θέα ὅπως περὶ τοῦ αὐτοῦ ὁμοίως εἴρηται τὸ »δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας«. ιδ’. ἐπιστῆσαι δὲ τὸν νοῦν ἐν τούτοις ἄξιον, ὅπως ὠνόμασται ἀπαύγασμα· οἶμαι γὰρ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως παραστατικὸν εἶναι τὸν λόγον. πολλάκις γὰρ ὠνομασμένου υἱοῦ καὶ τοῦ θεοῦ πατρὸς χρηματίσαντος, 〈ἵνα μὴ καταπεσόντες〉 ἐπὶ τὰς τῶν ζῴων γενέσεις τοιοῦτόν τινα τρόπον ὑπολάβοιμεν, ἐπὶ τοῦ θεοῦ θεοπρεπεστέρᾳ κέχρηται εἰκόνι ὁ ἀπόστολος,