Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.69
Not analysed yet
περὶ μὲν τοῦ πατρὸς εἰπὼν »φῶς οἰκῶν ἀπρόσιτον«, τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν |»τοῦ θεοῦ τοῦ ἀοράτου« ἀποκαλεῖ, διὰ τὸ »ἐν μορφῇ θεοῦ« ὑπάρχειν, καὶ διὰ τὸ »ἀπαύγασμα« εἶναι »καὶ χαρακτῆρα τῆς ὑποστάσεως«.