Ancient Greek
1.20.78 to 1.20.79
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.78-79
Not analysed yet
ιθʹ. καὶ ποταμὸν δὲ αὐτὸν ὠνόμασεν ὁ εἰπών »τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ«. κʹ. ἤδη δὲ καὶ ὄρος προσεῖπεν ὁ φήσας »τὸ ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ«. |διὸ καὶ παρὰ τῷ Δανιὴλ »ἐξ ὄρους« λίθος τμηθεὶς »ἄνευ χειρῶν« καὶ πάλιν ὁ αὐτὸς ἀποκαθιστάμενος εἰς ὄρος ὑψηλὸν ἑωρᾶτο, τοῦ μὲν ὄρους τὴν προΰπαρξιν τῆς θεότητος αὐτοῦ σημαίνοντος, τοῦ δὲ λίθου τὴν ἀνθρωπότητα.