Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.80
Not analysed yet
καʹ. καὶ δικαιοσύνην δὲ αὐτὸν ἐκάλουν ὡς ὁ λέγων »τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; «〈κβʹ. 〉καὶ ἥλιον δικαιοσύνης ὡς ὁ εἰπὼν »τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. καὶ ἄλλος »δύσεται« φησὶν »ὁ ἥλιος ἐπὶ τοὺς προφήτας« »τοὺς πλανῶντας τὸν λαόν μου«· οὐ γὰρ δὴ ταῦτα τῷ αἰσθητῷ ἐφαρμόζοι ἂν ἡλίῳ, ἀλλ’ οὐδὲ τῷ ἐνσάρκῳ λόγῳ.