Ancient Greek
2.14.16 to 2.14.17
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.14.16-17
Not analysed yet
καὶ θεὸς ποιητικὸς καὶ δημιουργικὸς πάντων. ὃ δὴ καὶ αὐτὸ παρέστησεν ὁ εὐαγγελιστὴς ἑξῆς τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο« ἐπισυνάψας. ὁ μὲν οὖν παιδαγωγὸς νόμος διὰ Μωσέως ἐν τῇ κοσμοποιίᾳ τὸν θεὸν ποιητὴν τοῦ παντὸς εἰσάγων στοιχεῖά τε καὶ εἰσαγωγὰς θεοσεβείας παραδιδοὺς ἐδίδασκεν, λέγων »ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν« καὶ τὰ τούτοις ἑξῆς, δι’ ὧν τὸν Ἰουδαίων παιδαγωγῶν λαὸν γενητὸν εἶναι τὸν κόσμον ἡγεῖσθαι παρῄνει. πρὸς τὸ μὴ τὴν κτίσιν παρὰ τὸν κτίσαντα« σέβειν.