Ancient Greek
Book 2, Chapter 14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.14.18
Not analysed yet
ὅπως δὲ ὁ θεὸς καὶ διὰ τίνος τὰ σύμπαντα ἐδημιούργει, οὐκέτι Μωσῆς τοῖς ὑπ’ αὐτὸν παρεδίδου, »ἧ« δὲ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ« τὸ σεσιγημένον ὑπὸ Μωσέως μυστήριον εὐαγγελιζομένη καινοτέρας καὶ μυστικῆς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κατῆρξε διδασκαλίας, ἄντικρυς τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶσα τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«, καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο,