Ancient Greek
Book 2, Chapter 14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.14.2
Not analysed yet
μὴ γὰρ τῶν πρός τι, φησίν, νόμιζε εἶναι καὶ τοῦτον, ὡς τὸν ἐν ψυχῇ λόγον ἢ ὡς τὸν διὰ φωνῆς ἀκουόμενον ἢ ὡς τὸν ἐν σωματικοῖς ὄντα σπέρμασιν |ἢ ὡς τὸν ἐν μαθηματικοῖς ὑφεστῶτα θεωρήμασιν· οὗτοι γὰρ πάντες τῶν πρός τι ὄντες ἐν ἑτέρᾳ προϋποκειμένῃ νοοῦνται οὐσίᾳ. ὁ δὲ θεὸς λόγος οὐχ ἑτέρου δεῖται τοῦ προϋποκειμένου, ἵν’ ἐν αὐτῷ γενόμενος ὑποστῇ, καθ’ ἑαυτὸν δέ ἐστιν ζῶν καὶ ὑφεστὼς ἅτε θεὸς ὤν. »θεὸς« γὰρ ἦν ὁ λόγος« .