Ancient Greek
Book 2, Chapter 14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.14.3
Not analysed yet
θεὸν δὲ αὐτὸν ἀκούων, φησίν, μὴ ἄναρχον καὶ ἀγέννητον ὁμοίως τῷ αὐτοῦ πατρὶ καὶ αὐτὸν εἶναι ὑπολάβῃς, μάνθανε δὲ ὅτι »ἐν ἀρχῇ ἦν οὗτος ὁ θεὸς λόγος. τίνα δ’ αὐτοῦ τὴν ἀρχὴν ὑφίσταται, διασαφεῖ ἑξῆς, οὐκ εἰπών· καὶ ὁ λόγος ἦν ὁ θεός, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἵνα μὴ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων ὁρίσηται, ἀλλ’ οὐδ’· ἐν τῷ θεῷ, ἵνα μὴ καταβάλῃ ἐπὶ τὴν ἀνθρωπίνην ὁμοιότητα, ἀλλὰ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἔφη.