Ancient Greek
Book 2, Chapter 14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.14.8
Not analysed yet
εἰ δὲ τούτοις ἀντιλέγων Μάρκελλος ταὐτὸν εἶναι φάσκοι τὸν θεὸν |καὶ τὸν ἐν αὐτῷ λόγον, ἀσύνθετον καὶ ἁπλοῦν τὸν θεὸν ὁριζόμενος, ὥρα μήτε πατέρα μήτε υἱὸν ὁμολογεῖν αὐτόν, ἄντικρυς δὲ τὸν Ἰουδαῖον προβάλλεσθαι ἢ τὸν Σαβέλλιον εἰσάγειν, πατέρα καὶ υἱὸν τὸν αὐτὸν εἶναι φάσκοντα· ὥστε κατ’ αὐτὸν τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος« ἴσον εἶναι τῷ ἐν ἀρχῇ ἦν ὁ θεός, καὶ τὸ καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἴσον εἶναι τῷ καὶ ὁ θεὸς ἦν πρὸς τὸν θεόν,