Ancient Greek
Book 2, Chapter 14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.14.9
Not analysed yet
ὁμοίως δὲ καὶ τὸ τρίτον ταὐτὸν εἶναι τῷ καὶ θεὸς ἦν ὁ θεός, ἃ δὴ πρὸς τῷ ἀσυναρτήτῳ καὶ παραλογώτατα εἴη ἄν. πῶς δὲ καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο» χώραν ἕξει, ἑνὸς ὄντος τοῦ ὑποκειμένου; οὐ γὰρ ὑπ’ αὐτοῦ φησιν οὐδ’ ἐξ αὐτοῦ τὰ πάντα γεγενῆσθαι. ἀλλὰ »δι’ αὐτοῦ«. ἡ δὲ διὰ πρόθεσις τὸ ὑπηρετικὸν σημαίνει, ὡς ὁ αὐτὸς εὐαγγελιστὴς προϊὼν ἔξῆς παρίστησιν λέγων ὁ νόμος διὰ Μωσέως ἐδόθη. ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«· ὡς γὰρ ὁ νόμος οὐκ ὢν ἀνθρώπινος οὐδ’ αὐτοῦ Μωσέως ὑπάρχων ἀλλ’ ἐκ τοῦ θεοῦ Μωσέα διάκονον καὶ ὑπηρέτην ἐπεγράψατο τῆς εἰς ἀνθρώπους ἐκδόσεως, καὶ διὰ τοῦτ’ εἴρηται »ὁ νόμος διὰ Μωσέως ἐδόθη«, οὕτως καὶ »ἡ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«, τοῦ πατρὸς αὐτὴν διὰ τοῦ Χριστοῦ κατεργασαμένου.