Ancient Greek
Book 2, Chapter 15
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.15.1
Not analysed yet
|ἀλλ’ ὁ νέος συγγραφεὺς ταῦτα μὲν οὔτε συνίησιν οὔτε οἶδεν οὔθ’ ὅτι ἀγνοεῖ οἶδεν, ἃ δὴ καὶ εἰδέναι αὐχεῖ, ὅπως συνέστη. φέρε πάλιν εἶτα ἀναλαβόντες ἀκούσωμεν, ὡς τῷ ἐν ἀνθρώποις αὐτὸν ἀπεικάζει λόγῳ, τῷ τε κατὰ διάνοιαν καὶ τῷ κατὰ προφοράν, τοῦ τον γράφων τὸν τρόπον (Nr. 55) τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρω ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία.