Ancient Greek
Book 2, Chapter 15
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.15.2
Not analysed yet
ἐν δὴ τούτοις τῷ προφορικῷ λόγῳ κέχρηται εἰκόνι, τῷ δέ γε ἐνδιαθέτῳ ἐν οἷς ταῦτά φησιν (Nr. 53) οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ ἑαυτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.