Ancient Greek
Book 2, Chapter 15
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.15.3
Not analysed yet
εἶθ’ ἑξῆς προϊὼν ὁμοῦ καὶ ἐνδιάθετον τὸν τοῦ θεοῦ λόγον παρίστη. γράφων οὕτως (Nr. 52) τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὃν ὁ πατὴρ »ποιήσωμεν ἄνθρωπον« ἔφη;