Ancient Greek
Book 2, Chapter 16
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.16.1
Not analysed yet
ταῦτα μὲν οὖν πάντα ὡς ἀρνητικὰ τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ, οὐδὲν ποσεπεξεργάζεσθαι δεῖ. τοσοῦτον δὲ οἶμαι ποοσήκειν ἐπερωτῆσαι, εἰ δὴ εἷς θεὸς ἦν καὶ οὐδὲν ἕτερον, οὐ πατὴρ οὐχ υἱός. τί κατεψεύδετο τῶν τοιούτων ὀνομάτων ἡ γραφή; τί δὲ καὶ αὐτὸς Μάρκελλος ὑποκρίνεται, τὸν μὴ υἱὸν ἀλλὰ λόγον υἱὸν ἀποκαλῶν; καὶ ἐπειδὴ κέχρηται παραδείγματι τῷ ἐν ἀνθρώποις λόγῳ, λεκτέον ὡς οὐ πᾶς ἄνθρωπος υἱὸν ἔχει, λογικὸς ὢν καὶ τὸν συμφυᾶ λόγον ἐν αὑτῷ κεκτημένος·