Ancient Greek
Book 2, Chapter 16
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.16.2
Not analysed yet
οὐκοῦν ἕτερόν τί ἐστιν υἱὸς παρὰ τὸν λόγον. τὸν οὖν θεὸν εἰ λόγον ἔχειν ἐν ἑαυτῷ φάσκοι καὶ οὐδὲν ἕτερον, ᾧ καὶ διενοεῖτο, ᾧ καὶ πρὸς ἑαυτὸν διελέγετο »ποιήσωμεν ἄνθρωπον« λέγων, τί καὶ μάτην υἱὸν ὀνομάζει; τί δὲ τὴν ἐκκλησίαν ὑποκρίνεται; τί δὲ μὴ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ προσποιεῖται πιστεύειν, σχηματιζόμενος διὰ τοῦ τὸν λόγον τὸν ἐν τῷ θεῷ υἱὸν ἀποκαλεῖν, σαφῶς τοῦ παραδείγματος μακρῷ διεστάναι διδάσκοντος τὸν ἔμφυτον ἐν ψυχῇ λόγον |παρὰ τὸν ἔκ τινος γεννηθέντα καὶ καθ’ ἑαυτὸν ὑφεστῶτα καὶ ζῶντα καὶ ἐνεργοῦντα υἱόν;