Ancient Greek
Book 2, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.18.2
Not analysed yet
καὶ »πρὸς Μιχαίαν« ὁμοίως, καὶ πρὸς τοὺς λοιποὺς προφήτας παραπλησίως ἐφ’ ἑκάστῳ προφήτῃ τὸ ἐγένετο προσέκειτο (τῆς θείας γραφῆς ἀκριβῶς καὶ ἀναγκαίως ἐπισημαινομένης ὡς ἐν οὐδενὶ τῶν προφητῶν ἦν, ἀλλὰ καθ’ ἕκαστον ἐγίγνετο, πρὸς ὃ ἡ ἑκάστου δύναμις οἵα τε ἦν χωρεῖν προσιὼν αὐτῇ καὶ τῇ ἑκάστου ψυχῇ τὸ κατάλληλον παρέχων ἐξ αὐτοῦ πνεῦμα), καὶ νοερὰν εἰκότως ἐπὶ τοῦ παρόντος ὁ εὐαγγελιστὴς τοῦ λόγου ἔμελλεν εὐαγγελίζεσθαι οἰκονομίαν, οὐκέθ’ ὁμοίως τοῖς παλαιοῖς γεγονέναι αὐτὸν ‹πρὸς› ἕτερόν τινα διδάσκει, ἀλλ’ αὐτὸν σάρκα ἀνειληφέναι καὶ ἄνθρωπον γεγονέναι. εἶτ’ ἐπειδὴ τὴν εἰς ἀνθρώπους αὐτοῦ σωτήριον τοῖς πᾶσιν πάροδον κηρύττειν ἔμελλεν, ἑξῆς λέγων »καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«, ἀναγκαίως ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, τὸν χθὲς καὶ πρώην σαρκωθέντα λόγον τίς ποτε ἦν καὶ ὁποῖος δεικνύς,