Ancient Greek
2.18.3 to 2.18.4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.18.3-4
Not analysed yet
θεολογεῖ τε αὐτόν, ὁμοῦ τὴν γνῶσιν αὐτοῦ καὶ τὴν εἰς ἀνθρώπους θεοφάνειαν εὐαγγελιζόμενος. εἶθ’ ὡς τῶν παλαιῶν ἐκ τῶν θείων ἀναγνωσμάτων προμεμαθηκότων τὸν ἐφ’ ἑκάστῳ προφήτῃ γενόμενον λόγον, αὐτὸς τὴν θειοτέραν καὶ ἐξαίρετον ἀρχὴν αὐτοῦ κηρύττει, ἥν οὐδεὶς προφητῶν ἀνθρώποις γυμνῶς οὕτως καὶ ἀπαρακαλύπτως ἐξέφηνεν. διὸ μεγάλῃ φωνῇ τοῖς πᾶσιν τὸ λεληθὸς καὶ κρύφιον περὶ τοῦ λόγου μυστήριον παραδιδοὺς ἐβόα λέγων ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο. καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.