Ancient Greek
Book 2, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.14
Not analysed yet
καὶ πάλιν προστίθησιν λέγων (Nr. 50) ἀλλ’ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσιν. δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ, τῷ δι’ ἁγίου λέγοντι πνεύματος »καὶ προσκυνήσουσιν σοι, |καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλήν σου. σὺ γὰρ εἶ ὁ θεός. «ὁρᾷς ὅπως πρόρριζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν;