Ancient Greek
Book 2, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.15
Not analysed yet
καὶ αὖθις ἐπιλέγει (Nr. 67) εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν θεὸν βεβαιούσης, »ἐγὼ θεὸς« φησὶν »πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι«· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν. αἱ γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. »ἐγὼ« γὰρ εἰπὼν ἐπάγει καὶ τὸ »εἰμί«, ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα.