Ancient Greek
Book 2, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.2
Not analysed yet
καὶ ἐπιλέγει ἑξῆς (Nr. 58) εἰ τοίνυν τὸν πατέρα χωρίζοντα ἑαυτὸν τοῦ υἱοῦ πρὸς τὸν Μωσέα ταῦτ’ εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν υἱὸν θεὸν ὁμολογήσει. πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα »ἐγώ εἰμι ὁ ὢν« μὴ συνομολογεῖν ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν; εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ »ἐγώ εἰμι ὁ ὤν«, |ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.