Ancient Greek
Book 2, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.1
Not analysed yet
ἐπάκουσον γοῦν οἵαις κέχρηται φωναῖς, ὧδε γράφων κατὰ λέξιν (Nr. 57) τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ὢν« λέγοντα Ἀστέριος εἶναι οἴεται. τὸν ὑιὸν ἢ τὸν πατέρα; δύο γὰρ ὑποστάσεις, εἰς τὴν ἀνθρωπίνην ἣν ὁ τοῦ θεοῦ λόγος ἀνείληφεν σάρκα ἀφορῶν καὶ δι’ αὐτὴν οὕτω φανταζόμενος, πατρός τε καὶ υἱοῦ ἔφησεν εἶναι, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρός, ὡς καὶ υἱὸν ἀν θρώπου χωρίσειεν ἄν τις τοῦ κατὰ φύσιν πατρός.