Ancient Greek
Book 2, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.20.14
Not analysed yet
διόπερ τῆς τοιαύτης αὐτοὺς ἀναστέλλων πλάνης ὁ λόγος τὸν ἕνα θεὸν ἐκήρυττεν, οὐ μὴν πατέρα εἶναι τὸν αὐτὸν ἠρνεῖτο· καὶ τὸν ἀληθῆ δὲ σέβειν ἐδίδασκεν καὶ πλὴν αὐτοῦ μηδένα εἰδέναι παρῄνει, οὐ μὴν ἠρνεῖτο εἶναι αὐτὸν πατέρα. |εἰ δὲ καὶ κύριον καὶ θεὸν αὐτὸν καὶ δίκαιον καὶ σωτῆρα ἀπεκάλει, ἀλλ’ οὐκ ἀπέκλειεν τοῦ καὶ πατέρα εἶναι αὐτὸν ἡγεῖσθαι τοῦ μονογενοῦς αὐτοῦ καὶ ἀγαπητοῦ υἱοῦ εἴτ’ οὖν ὁ πατὴρ λέγοι εἴθ’ ὁ υἱὸς τὸ »ἐγώ εἰμι ὁ ὤν«,