Ancient Greek
Book 2, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.20.15
Not analysed yet
ἀληθεύοι ἂν ἑκατέρως ὁ λόγος. ὅ τε γὰρ πατὴρ »ὁ ὢν« εἴη ἄν, μόνος αὐτὸς ὢν »ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν θεὸς« ὡς ὁ θεῖος ἐδίδαξεν ἀπόστολος. ὅ τε υἱὸς καὶ αὐτὸς χρηματίζων »ὁ ὢν« ἀληθεύοι ἄν, μόνος ὢν υἱὸς μονογενὴς τοῦ ὄντος· ἀλλὰ καὶ εἰκὼν τοῦ ἀοράτου θεοῦ ὑπάρχων κατὰ τοῦτο εἴη ἂν αὐτοῦ εἰκών, καθ’ ὃ μόνος ἦν αὐτὸς »ὁ ὤν«· διὸ καὶ αὐτὸς χρηματίζοι ἂν »ὁ ὤν«, ἐπεὶ καὶ θεὸς καὶ κύριος ὁμοίως τῷ πατρὶ καὶ αὐτὸς διὰ πάσης ἀνηγόρευται τῆς θεοπνεύστου γραφῆς.