Ancient Greek
Book 2, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.20.3
Not analysed yet
ταὐτὸν οὖν εἶπεν ἂν καὶ εἴ τις ἤρετο, τί δήποτε θεὸν ἕνα σέβειν παρακελευόμενοι Μωσῆς καὶ οἱ μετ’ αὐτὸν προφῆται οὐκ ἐδίδασκον αὐτοὺς τὴν περὶ τοῦ υἱοῦ γνῶσιν· οὐ γὰρ οἷοί τε ἦσαν οἱ συνεχῶς ἀπαγόμενοι τῇ πολυθέῳ πλάνῃ τὴν εὐαγγελικὴν παραδέχεσθαι χάριν. |διὸ πρὸς τὴν σκληροκαρδίαν αὐτῶν τὴν περὶ ἑνὸς θεοῦ διδασκαλίαν ἐποιοῦντο, τέως παιδαγωγοῦντες αὐτοὺς διὰ τοῦ ἀποτρέπειν μὲν τοῦ πολλοὺς εἶναι νομίζειν θεοὺς ἐπάγειν δὲ ἐπὶ τὴν εἰσαγωγὴν τοῦ ἑνός.