Ancient Greek
Book 2, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.20.4
Not analysed yet
οὕτω δὲ Μωσῆς ἀτελῆ τὴν διδασκαλίαν τοῖς κατ’ αὐτὸν παρεδίδου διὰ τὸ ἀτελὲς αὐτῶν τῆς φρονήσεως, ὡς μηδεμίαν αὐτὸν μνήμην ποιήσασθαι ἀγγέλων κτίσεως ἐν τῷ τῆς κοσμοποιίας λόγῳ, καίτοι τῶν μετὰ ταῦτα προφητῶν οὐ μόνον ἀγγέλων μνημονευσάντων, ἀλλὰ καὶ θείων δυνάμεων καὶ πνευμάτων ἁγίων τῶν τε ὑπερουρανίων θεοῦ λειτουργῶν, περὶ ὧν ὁ Δανιὴλ διδάσκων ἔλεγεν »χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ«.